Cumulative Life of Yeshua Greek Reconstructions

& LOY Materials 1 Comment

The reconstructed Greek text of the Anthology (thus far completed) with accompanying English translation.

Updated: 15-April-2021

The Greek texts assembled below are the reconstructions of the Anthology’s pericopae we have completed thus far.[1] For the reader’s convenience these reconstructed Greek texts are accompanied by English translations. Neither the Greek reconstructions nor the English translations presented here are of any canonical text. Rather, they represent attempts to imagine how one of the main sources behind the canonical Synoptic Gospels may have looked.

Yohanan the Immerser and Yeshua the Son of God

A Voice Crying

ἐν ἔτει δὲ πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος ἡγεμονεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας καὶ βασιλεύοντος Ἡρῴδου τῆς Γαλιλαίας καὶ βασιλεύοντος Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος χώρας καὶ βασιλεύοντος Λυσανίου τῆς Ἀβιληνῆς ἐπὶ ἀρχιερέως Ἅννα καὶ Καϊάφα ἐγένετο ῥῆμα θεοῦ ἐπὶ Ἰωάννην τὸν Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ καὶ ἦλθεν εἰς πᾶσαν περίχωρον τοῦ Ἰορδάνου κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν ὡς γέγραπται ἐν βίβλῳ λόγων Ἠσαΐου τοῦ προφήτου φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ ἑτοιμάσατε τὴν ὁδὸν κυρίου [καὶ ἰδοὺ ὄχλοι πολλοὶ ἐκπορευόμενοι πρὸς αὐτὸν βαπτισθῆναι] But in the fifteenth year of the reign of Tiberios Caesar, while Pontios Pilatos was governing Ioudaia, and Herodes was king of Galilaia, and his brother Philippos was king of the Iturean and Trachonite region, and Lusanias was king of Abilene, in the time of the high priest Hannas and Kaiafas, the word of God came upon Ioannes the son of Zacharias in the desert. And he came into all the region around the Iordanes proclaiming an immersion of repentance for the release of sins, as it is written in the scroll of the oracles of Esaias the prophet, A voice of one shouting, “In the desert prepare the way of the Lord” [Isa. 40:3].
[And behold! Large crowds were going out to him to be immersed.]

Yohanan the Immerser Demands Repentance

ἰδὼν δὲ αὐτοὺς εἶπεν αὐτοῖς γεννήματα ἐχιδνῶν τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς ποιήσατε οὖν καρπὸν ἄξιον τῆς μετανοίας καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς πατέρα ἔχομεν τὸν Ἀβραάμ λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ ἤδη δὲ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται

But seeing them, he said to them, “Spawn of poisonous snakes! Who warned you to flee from the coming wrath? So produce fruit worthy of repentance. And do not begin to say in yourselves, ‘We have a father, Abraham.’ For I say to you, God is able from these stones to raise children for Abraham. But already the mattock is set at the root of the tree. Therefore every tree that does not produce good fruit is cut down and thrown into the fire.”

Yohanan the Immerser’s Exhortations

καὶ ἐπηρώτησαν αὐτὸν οἱ ὄχλοι λέγοντες τί ποιήσωμεν ἀποκριθεὶς δὲ εἶπεν αὐτοῖς ὁ ἔχων δύο χιτῶνας δότω τῷ μὴ ἔχοντι καὶ ὁ ἔχων βρώματα ὁμοίως ποιείτω ἦλθον δὲ τελῶναι βαπτισθῆναι καὶ εἶπον πρὸς αὐτόν διδάσκαλε τί ποιήσωμεν ὁ δὲ εἶπεν πρὸς αὐτούς μηδὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν πράσσετε ἐπηρώτησαν δὲ αὐτὸν στρατευόμενοι λέγοντες τί ποιήσωμεν καὶ εἶπεν αὐτοῖς μηδένα διασείσητε μηδὲ συκοφαντήσητε καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν

And the crowd asked him, saying, “What should we do?” And answering, he said to them, “Let the one having two tunics give to the one who does not have. And let the one having food do the same.” And toll collectors came to be immersed and they said to him, “Teacher, what should we do?” And he said to them, “Don’t take a cent more than you are required to.” And soldiers asked him, saying, “What should we do?” And he said to them, “Don’t shake anyone down and don’t blackmail, but be content with your stipend.”

Yohanan the Immerser’s Eschatological Discourse

καὶ διελογίσαντο οἱ ὄχλοι ἐν ταῖς καρδίαις αὐτῶν Ἰωάννης αὐτὸς ὁ χριστός ἐστιν καὶ ἀπεκρίνατο Ἰωάννης λέγων ἐγὼ μὲν βαπτίζω ὑμᾶς ὕδατι ἔρχεται δὲ ὀπίσω μου οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι καὶ πυρί οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ καὶ συνάξει τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ

Now the crowds were thinking in their hearts, “Ioannes, he is the Messiah!” And Ioannes answered, saying, “I indeed immerse you in water, but one is coming after me whose sandal straps I am not worthy to untie. He will immerse you in wind and fire. His grain shovel is in his hand and he will purify his threshing floor. He will gather the grain into his storeroom, but the straw he will burn in inextinguishable fire.”

Yohanan the Immerser’s Execution

εἶπεν δὲ Ἰωάννης οὐκ ἔξεστιν τῷ Ἡρῴδῃ ἔχειν Ἡρῳδιάδα τὴν γυναῖκα τοῦ ἀδελφοῦ αὐτοῦ ἀποστείλας δὲ Ἡρῴδης ἐκράτησεν τὸν Ἰωάννην καὶ ἔδησεν αὐτὸν ἐν φυλακῇ καὶ ἐνεῖχεν αὐτῷ Ἡρῳδιὰς καὶ ἠθέλησεν ἀποκτεῖναι αὐτὸν καὶ οὐκ ἠδύνατο ἐφοβήθη γὰρ Ἡρῴδης τὸν Ἰωάννην καὶ συνετήρησεν αὐτόν καὶ ἐγένετο ἡμέρα γενέσιος τῷ Ἡρῴδῃ δεῖπνον ἐποίησεν τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ τοῖς χιλιάρχοις καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας καὶ ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρῳδιάδος ἐν τῷ μέσῳ καὶ ἤρεσεν τῷ Ἡρῴδῃ καὶ τοῖς συνανακειμένοις εἶπεν δὲ ὁ βασιλεὺς τῷ κορασίῳ αἴτησόν με ὃ ἐὰν θέλῃς καὶ δώσω σοι καὶ ὤμοσεν αὐτῇ ὅ τι ἐάν με αἰτήσῃς δώσω σοι ἕως ἡμίσους τῆς βασιλείας μου καὶ ἐξελθοῦσα εἶπεν τῇ μητρὶ αὐτῆς τί αἰτήσωμαι καὶ εἶπεν τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ καὶ εἰσελθοῦσα μετὰ σπουδῆς πρὸς τὸν βασιλέα ᾐτήσατο λέγουσα δός μοι ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ καὶ λυπηθεὶς ὁ βασιλεὺς διὰ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους οὐκ ἠθέλησεν ἀθετῆσαι αὐτήν καὶ ἀποστείλας ὁ βασιλεὺς σπεκουλάτορα ἐπέταξεν ἐνέγκαι τὴν κεφαλὴν αὐτοῦ καὶ ἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ καὶ ἤνεγκεν τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ καὶ ἤνεγκεν αὐτὴν τῇ μητρὶ αὐτῆς καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτοῦ ἦλθαν καὶ ἦραν τὸ πτῶμα αὐτοῦ καὶ ἔθηκαν αὐτὸ[ν] ἐν μνημείῳ

But Ioannes said, “It is not permitted for Herodes to have Herodias, the wife of his brother.” So Herodes sent and seized Ioannes and chained him in a dungeon. But Herodias bore him a grudge and desired to kill him, yet she was not able to do so, for Herodes feared Ioannes and protected him. And it happened on Herodes’ birthday that he prepared a banquet for his grandees and commanders and the preeminent men of Galilaia. And the daughter of Herodias danced among them. And she pleased Herodes and his guests, so the king said to the girl, “Ask me for whatever you wish and I will give it to you.” And he swore to her, “Whatever you ask me I will give you, up to half my kingdom.” And going out, she said to her mother, “What should I ask for?” And she said, “For the head of Ioannes the Immerser.” And quickly going in to the king, she asked, saying, “Give me on a platter the head of Ioannes the Immerser.” And the king was remorseful, but because of his oath and his guests he did not want to reject her. So the king sent an executioner and commanded him to bring his head. And going away, he beheaded him in the dungeon and brought his head on a platter and gave it to the girl, and she brought it to her mother. But his disciples, hearing the news, came and took his corpse and laid him in a tomb.

Yeshua’s Immersion

καὶ ἐγένετο ἐν ταῖς ἡμέραις ἐκείναις ἦλθεν Ἰησοῦς [ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας] ἐπὶ τὸν Ἰορδάνην πρὸς Ἰωάννην τοῦ βαπτισθῆναι βαπτισθεὶς δὲ Ἰησοῦς ἀνέβη ἐκ τοῦ ὕδατος καὶ ἰδοὺ ἠνεῴχθησαν οἱ οὐρανοί καὶ πνεῦμα θεοῦ ὡς περιστερὰν ἦλθεν ἐπ᾿ αὐτόν καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός [μου] ἐν σοὶ εὐδόκησα And it happened in those days that Iesous came [from Nazaret of Galilaia] to the Iordanes to Ioannes to be immersed. And as he immersed he came up from the water. And behold! The heavens opened, and the spirit of God, like a dove, came upon him. And behold! A voice from the heavens said, “You are my son, my beloved. I am delighted in you.”

Yeshua’s Testing

Ἰησοῦς δὲ πλήρης πνεύματος ἁγίου ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου καὶ ἤγετο ἐν τῷ πνεύματι ἐν τῇ ἐρήμῳ ἡμέρας τεσσεράκοντα πειραζόμενος ὑπὸ τοῦ διαβόλου καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ταῖς ἡμέραις ἐκείναις καὶ συντελεσθεῖσαι ἐπείνασεν καὶ προσελθὼν ὁ διάβολος εἶπεν αὐτῷ εἰ υἱὸς εἶ τοῦ θεοῦ εἰπὲ τῷ λίθῳ τούτῳ ἵνα γένηται ἄρτος καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν γέγραπται ὅτι οὐκ ἐπ᾿ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος καὶ ἀναγαγὼν αὐτὸν εἰς ὄρος ὑψηλὸν λίαν ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης καὶ τὴν δόξαν αὐτῶν καὶ εἶπεν αὐτῷ πάντα ταῦτά σοι δώσω ἐὰν προσκυνήσῃς ἐνώπιον ἐμοῦ καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῷ γέγραπται κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις ἤγαγεν δὲ αὐτὸν εἰς Ἰερουσαλὴμ καὶ ἔστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ καὶ εἶπεν αὐτῷ εἰ υἱὸς εἶ τοῦ θεοῦ βάλε σεαυτὸν [ἐντεῦθεν] κάτω γέγραπται γὰρ ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ καὶ ἐπὶ χειρῶν ἀροῦσίν σε μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ ὁ Ἰησοῦς εἴρηται οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου καὶ συντελέσας ὁ διάβολος πάντα πειρασμὸν ἀπέστη ἀπ᾿ αὐτοῦ [καὶ ἰδοὺ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ] But Iesous, full of the Holy Spirit, returned from the Iordanes and was led by the spirit in the desert forty days being tested by the devil. And he did not eat anything during those days. And at their completion he was hungry. And the devil, approaching, said to him, “If you are the Son of God say to this rock so that it might become bread.” And answering, Iesous said, “It is written, Not on bread alone does a person live [Deut. 8:3].” And leading him up into a very high mountain he showed him all the kingdoms of the world and their glory. And he said to him, “All this I will give you if you pay homage before me.” And answering, Iesous said to him, “It is written, To the Lord your God you will pay homage and him alone you will serve [Deut. 6:13; 10:20].” But he led him into Jerusalem and stood him on the winglet of the temple and said to him, “If you are the son of God throw yourself down [from here], for it is written, I will command the angels concerning you and they will lift you on their hands lest you strike your foot on a rock [Ps. 91:11, 12].” And answering, Iesous said to him, “It is said, Do not test the Lord your God [Deut. 6:16].” And finishing every test, the devil withdrew from him. [And behold! Angels came and served him.]

Yeshua, the Galilean Miracle-Worker

Healing Shimon’s Mother-in-law

ἀναστὰς δὲ ἀπὸ τῆς συναγωγῆς εἰσῆλθεν εἰς τὴν οἰκίαν Σίμωνος πενθερὰ δὲ τοῦ Σίμωνος ἦν συνεχομένη πυρετῷ μεγάλῳ καὶ ἠρώτησαν αὐτὸν περὶ αὐτῆς καὶ ἐπιστὰς ἐπάνω αὐτῆς ἐπετείμησεν τῷ πυρετῷ καὶ ἀφῆκεν αὐτὴν ἀναστᾶσα δὲ διηκόνει αὐτοῖς And getting up from the synagogue, he entered the house of Simon. But Simon’s mother-in-law was taken with a serious fever, and they asked him about her. And standing over her, he rebuked the fever, and it left her. And getting up, she waited on them.

Teaching and Healing in Judea

Widow’s Son in Nain

καὶ ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα ἐπορεύθη εἰς πόλιν καὶ ὄνομα αὐτῇ Ναῒν καὶ ὄχλος πολύς συνεπορεύετο αὐτῷ ὡς δὲ ἤγγισεν τῇ πύλῃ τῆς πόλεως καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς μονογενὴς υἱὸς τῇ μητρὶ αὐτοῦ καὶ αὐτὴ ἦν χήρα καὶ ὄχλος τῆς πόλεως ἦν σὺν αὐτῇ καὶ ἰδὼν αὐτὴν ὁ κύριος ἐσπλαγχνίσθη ἐπ᾿ αὐτῇ καὶ εἶπεν αὐτῇ μὴ κλαῖε καὶ προσελθὼν ἥψατο τῆς σοροῦ οἱ δὲ βαστάζοντες ἔστησαν καὶ εἶπεν νεανίσκε λέγω σοὶ ἐγέρθητι καὶ ἐκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ ἔλαβεν δὲ φόβος πάντας καὶ ἐδόξαζον τὸν θεὸν λέγοντες ὅτι προφήτης μέγας ἠγέρθη ἐν ἡμῖν καὶ ὅτι ἐπεσκέψατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ καὶ ἐξῆλθεν ὁ λόγος οὗτος ἐν ὅλῃ τῇ Ἰουδαίᾳ περὶ αὐτοῦ καὶ πάσῃ τῇ περιχώρῳ And it happened after these things that he went to a city, and its name was Nain. And a good-sized crowd accompanied him. But as they approached the city gate, behold! A dead man was being carried out, the only son of his mother, and she was a widow, and a crowd from the city was with her. And seeing her, the Lord had compassion on her and said to her, “Don’t cry.” And approaching, he touched the bier, and the pallbearers stood still, and he said, “Young man! I say to you, arise!” And the corpse sat up and began to speak. And he gave him to his mother. And fear seized everyone, and they glorified God, saying, “A great prophet has arisen among us! God has looked upon his people!” And the news about him spread throughout Ioudaia and all the surrounding areas.

Calling and Training Disciples

“Yeshua’s Selectivity in Accepting Disciples” complex

Not Everyone Can Be Yeshua’s Disciple

καὶ προσελθὼν ἄνθρωπος εἷς εἶπεν αὐτῷ διδάσκαλε ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλείνῃ ἕτερος δὲ εἶπεν αὐτῷ κύριε ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου εἶπεν δὲ αὐτῷ ἀκολούθει μοι καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς εἶπεν δὲ ἕτερος ἀκολουθήσω σοι κύριε πρῶτον δὲ ἐπίτρεψόν μοι καταφιλῆσαι τὸν οἶκόν μου εἶπεν δὲ ὁ Ἰησοῦς πᾶς ὁ ἐπιβαλὼν τὴν χεῖρα αὐτοῦ ἐπ᾿ ἄροτρον καὶ βλέπων εἰς τὰ ὀπίσω αὐτοῦ οὐκ ἔστιν εὔθετος τῇ βασιλείᾳ τῶν οὐρανῶν And a certain man, approaching, said to him, “Teacher, I will follow you wherever you go.” And Iesous said to him, “The foxes have dens, and the birds of heaven have roosts, but the son of the person does not have anywhere to lay his head.” Another said to him, “Lord, first allow me to go bury my father.” But he said to him, “Follow me and leave the dead to bury their own dead.” Yet another said to him, “I will follow you, Lord, but first allow me to kiss my family farewell.” But Iesous said, “Everyone who sets his hand on the plow and looks behind him is not fit for the Kingdom of Heaven.

Tower Builder and King Going to War Similes

τίς ἐξ ὑμῶν θέλων οἰκοδομῆσαι πύργον οὐχὶ πρῶτον καθίσας λογίζεται τὴν τιμήν εἰ ἔχει εἰς τὸ ἀπαρτίζειν ἵνα μήποτε πάντες οἱ ἰδόντες ἄρξωνται αὐτῷ ἐμπαίζειν λέγοντες ὅτι οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν καὶ οὐκ ἐδύνατο ἐκτελέσαι ἢ τίς βασιλεὺς ἐξερχόμενος εἰς πόλεμον ἐπὶ βασιλεῖ ἑτέρῳ οὐχὶ καθίσας πρῶτον βουλεύσεται εἰ δυνατός ἐστιν ἐξέρχεσθαι ἐν δέκα χειλιάσιν εἰς ὑπάντησιν τῷ ἐρχομένῳ ἐπ᾿ αὐτόν μετὰ εἴκοσι χειλιάδων εἰ δὲ μή γε οὐχὶ ἀποστείλας πρέσβεις ἐρωτᾷ εἰς εἰρήνην αὐτοῦ “Who among you wishes to build a tower? Will he not first sit down to estimate the price to see whether he has enough to complete it, lest all who see it start to mock him, saying, ‘This is the fellow who started to build and was not able to finish!’? Or who is a king going out to battle against another king? Will he not first sit down to take advice to see whether he is able to go out with ten thousand to meet the one coming against him with twenty thousand? And if not, will he not send ambassadors to ask him for peace?”

“Cost of Entering the Kingdom of Heaven” complex

Rich Man Declines the Kingdom of Heaven

[καὶ ἰδοὺ ἄνθρωπος εἷς προσελθὼν αὐτῷ καὶ ἐπηρώτησέν αὐτὸν λέγων] διδάσκαλε τί ἀγαθὸν ποιήσας ζωὴν αἰώνιον κληρονομήσω εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς τί λέγεις ἀγαθόν οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς τὰς ἐντολὰς οἶδας μὴ μοιχεύσῃς μὴ φονεύσῃς μὴ κλέψῃς μὴ ψευδομαρτυρήσῃς ὁ δὲ εἶπεν ταῦτα πάντα ἐφύλαξα ἐκ νεότητός μου ἀκούσας δὲ ὁ Ἰησοῦς καὶ εἶπεν αὐτῷ ἔτι ἕν σοι λείπει πάντα ὅσα ἔχεις πώλησον καὶ δὸς τοῖς πτωχοῖς καὶ ἕξεις θησαυρὸν ἐν τοῖς οὐρανοῖς καὶ δεῦρο ἀκολούθει μοι ἀκούσας δὲ τὸν λόγον τοῦτον ἀπῆλθεν λυπούμενος ἦν γὰρ πλούσιος σφόδρα ἰδὼν δὲ αὐτὸν Ἰησοῦς εἶπεν πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν εὐκοπώτερον γάρ ἐστιν κάμηλον διὰ τρήματος βελόνης εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τῶν οὐρανῶν ἀκούσαντες δὲ οἱ μαθηταὶ αὐτοῦ εἶπεν Πέτρος ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι ὁ δὲ εἶπεν αὐτοῖς ἀμήν λέγω ὑμῖν ὅτι πᾶς ὅστις ἀφῆκεν οἰκίαν ἕνεκεν τῆς βασιλείας τῶν οὐρανῶν λήμψεται πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον [And behold! A certain man was coming toward him. And he asked him, saying,] “Teacher, what good must I do to inherit eternal life?” And Iesous said to him, “Why do you say ‘good’? No one is good except One. But you know the commandments: ‘Do not commit adultery,’ ‘Do not murder,’ ‘Do not steal,’ ‘Do not bear false testimony’….” But he said, “All these I have kept from my youth.” Hearing this, Iesous said, “There is still one thing you lack. All that you have you must sell and give to the poor, and you will have treasure in heaven. Then come follow me.” But hearing this word, he went away disappointed, for he was quite wealthy. And seeing him, Iesous said, “How hard it is for the well-to-do to enter the Kingdom of Heaven! For it is easier for a camel to go through a needle’s eye than for a rich person to enter the Kingdom of Heaven.” The disciples heard, and Petros said, “Behold! We have left everything and followed you.” And he said to them, “Amen! I say to you that everyone who leaves his household for the sake of the Kingdom of Heaven will receive much more in this world and in the age to come eternal life.

Demands of Discipleship

εἴ τις ἔρχεται πρός με καὶ οὐ μεισεῖ τὸν πατέρα ἑαυτοῦ καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφὰς ἔτι τε καὶ τὴν ψυχὴν ἑαυτοῦ οὐ δύναται εἶναί μου μαθητής ὅστις οὐ βαστάζει τὸν σταυρὸν ἑαυτοῦ καὶ ἔρχεται ὀπίσω μου οὐ δύναται εἶναί μου μαθητής ὅστις οὐκ ἀφίησι πᾶσιν τοῖς ἑαυτοῦ ὑπάρχουσιν οὐ δύναται εἶναί μου μαθητής “If someone comes to me but does not hate his own father and mother and wife and children and brothers and sisters and even his own life, he is not able to be my disciple. Whoever does not bear his own cross and come after me is not able to be my disciple. Whoever does not forsake all his own possessions is not able to be my disciple.”

Hidden Treasure and Priceless Pearl Parables

[εἶπεν δὲ πρὸς αὐτοὺς παραβολὴν λέγων] τίνι ὁμοιώσω τὴν βασιλεία τῶν οὐρανῶν ὁμοία ἐστὶν θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ ὃν εὑρὼν ἄνθρωπος ἔκρυψεν καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ἀπῆλθεν καὶ ἐπώλησεν πάντα ὅσα εἶχεν καὶ ἠγόρασεν τὸν ἀγρὸν ἐκεῖνον καὶ πάλιν εἶπεν τίνι ὁμοιώσω τὴν βασιλεία τῶν οὐρανῶν ὁμοία ἐστὶν ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρείτας εὑρὼν δὲ ἕνα πολύτειμον μαργαρείτην ἀπελθὼν πέπρακεν πάντα ὅσα εἶχεν καὶ ἠγόρασεν αὐτόν [And he told them this parable, saying,] “To what may I compare the Kingdom of Heaven? It is like a treasure hidden in a field that a man finds, and out of his joy he goes and sells all that he has and purchases that field.” And again he said, “To what may I compare the Kingdom of Heaven? It is like a merchant searching for fine pearls, and finding one magnificent pearl, he goes and sells all that he has and purchases it.”

“Yeshua and Levi the Toll Collector” complex

Call of Levi

καὶ μετὰ ταῦτα ἐξῆλθεν καὶ ἐθεάσατο τελώνην καὶ ὄνομα αὐτῷ Λευεὶς καθήμενον ἐπὶ τὸ τελώνιον καὶ εἶπεν αὐτῷ ἀκολούθει μοι καὶ καταλιπὼν πάντα ἀναστὰς ἠκολούθησεν αὐτῷ καὶ ἐποίησεν Λευεὶς δοχὴν μεγάλην αὐτῷ καὶ ἐγένετο αὐτοῦ ἀνακειμένου ἐν τῇ οἰκίᾳ αὐτοῦ καὶ ἰδοὺ ὄχλος πολὺς τελωνῶν καὶ ἁμαρτωλῶν οἳ ἦσαν ἐλθόντες ἀκούειν αὐτοῦ καὶ ἐγόγγυζον οἱ Φαρεισαῖοι καὶ οἱ γραμματεῖς αὐτῶν πρὸς τοὺς μαθητὰς αὐτοῦ λέγοντες διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει καὶ πίνει καὶ ἀποκριθεὶς Ἰησοῦς εἶπεν πρὸς αὐτούς οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ ἀλλὰ οἱ κακῶς ἔχοντες [πορευθέντες δὲ μάθετε τί ἐστιν ἔλεος θέλω καὶ οὐ θυσίαν] οὐκ ἦλθον καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν And after this he went out and saw a toll collector—and his name was Leveis—sitting at the toll station. And he said to him, “Follow me.” And leaving everything, he rose and followed him. And Leveis prepared a large banquet for him. And it happened as he reclined in the house, and behold, a large crowd of toll collectors and sinners who were coming to hear him. And the Pharisees and their scribes were grumbling to his disciples, saying, “Why does he eat and drink with toll collectors and sinners?” And answering, Iesous said to them, “The healthy have no need of a doctor, but the sick do. [But go and learn what this means, I desire mercy and not sacrifice.] I have not come to call righteous people but sinners to repentance.”

Lost Sheep and Lost Coin Similes

εἶπεν δὲ πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην λέγων τίς ἄνθρωπος ἐξ ὑμῶν ἔχων ἑκατὸν πρόβατα καὶ πλανηθῇ ἓν ἐξ αὐτῶν οὐχὶ καταλείπει τὰ ἐνενήκοντα ἐννέα ἐπὶ τὰ ὄρη καὶ πορευθεὶς ζητεῖ τὸ ἀπολωλὸς ἕως οὗ εὕρῃ αὐτό καὶ εὑρὼν αὐτὸ ἐπιτίθησιν ἐπὶ τοὺς ὤμους αὐτοῦ μετὰ χαρᾶς καὶ ἐλθὼν εἰς τὸν οἶκον συγκαλεῖ τοὺς φίλους καὶ τοὺς γείτονας λέγων αὐτοῖς συγχάρητέ μοι ὅτι εὗρον τὸ πρόβατόν μου τὸ ἀπολωλός ἀμὴν λέγω ὑμῖν ὅτι οὕτως γείνεται χαρὰ ἐν τοῖς οὐρανοῖς ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις οἵτινες οὐ χρείαν ἔχουσιν μετανοίας ἤ τίς γυνὴ ἔχουσα δέκα δηνάρια καὶ ἀπολέσῃ δηνάριον ἓν οὐχὶ ἅπτει λύχνον καὶ σαροῖ τὴν οἰκίαν καὶ ζητεῖ ἕως οὗ εὕρῃ αὐτό καὶ εὑροῦσα αὐτὸ συγκαλεῖ τὰς φίλας καὶ τὰς γείτονας λέγουσα αὐταῖς συγχάρητέ μοι ὅτι εὗρον τὸ δηνάριον ὃ ἀπώλεσα ἀμὴν λέγω ὑμῖν ὅτι οὕτως γείνεται χαρὰ ἐνώπιον τῶν ἀγγέλων τῶν οὐρανῶν ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι And he told them this parable, saying, “Who is a man among you who has a hundred sheep? And if one of them wandered away, would he not leave the ninety-nine on the hillside and go seek the lost one until he has found it? And finding it, he’d take it up on his shoulder with joy. And entering his house, he would call together his friends and neighbors, saying to them, ‘Rejoice with me! For I have found my lost sheep.’ Amen! I say to you, this is how there is more rejoicing in heaven over one repentant sinner than over ninety-nine who have no need of repentance. Or what woman who has ten denarii and loses one will not light a lamp and seek until she finds it? And finding it, she’ll call together her friends and neighbors, saying to them, ‘Rejoice with me! For I have found my denarius that was lost.’ Amen! I say to you that this is how there is joy before the angels of heaven over one repentant sinner.”

“Yohanan the Immerser and the Kingdom of Heaven” complex

Yohanan the Immerser’s Question

καὶ ἀπήγγειλαν Ἰωάνῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων καὶ προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ ἔπεμψεν πρὸς τὸν κύριον λέγων σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπαν Ἰωάνης ὁ βαπτιστὴς ἀπέστειλεν ἡμᾶς πρὸς σὲ λέγων σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐθεράπευσεν πολλοὺς ἀπὸ νόσων καὶ μαστείγων καὶ πνευμάτων πονηρῶν καὶ τυφλοῖς πολλοῖς ἔδωκεν βλέπειν καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς πορευθέντες ἀπαγγείλατε Ἰωάνῃ ἃ βλέπετε καὶ ἀκούετε τυφλοὶ ἀναβλέπουσιν καὶ χωλοὶ περιπατοῦσιν λεπροὶ καθαρίζονται καὶ κωφοὶ ἀκούουσιν καὶ νεκροὶ ἐγείρονται καὶ πτωχοὶ εὐαγγελίζονται καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί And the disciples of Ioannes reported to him about all these things. And summoning two of his disciples, he sent them to the Lord, saying, “Are you the Coming One, or must we await another?” And coming to him, the men said, “Ioannes the Immerser sent us to you, saying, ‘Are you the Coming One, or must we await another?’” In that hour he healed many from diseases and afflictions and evil spirits, and to many blind persons he gave sight. And answering, Iesous said to them, “Go! Tell Ioannes what you see and hear. Blind persons see again, and lame persons walk about. Scale-diseased persons are purified, and deaf persons hear, and corpses are raised, and the poor are told good news. So blessed is whoever is not tripped up by me.”

Yeshua’s Words about Yohanan the Immerser

ἀπελθόντων δὲ τῶν ἀγγέλων Ἰωάνου ἤρξατο [ὁ Ἰησοῦς] λέγειν πρὸς τοὺς ὄχλους περὶ Ἰωάνου τί ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον ἀλλὰ τί ἐξήλθατε ἰδεῖν ἄνθρωπον ἐν μαλακοῖς ἠμφιεσμένον ἰδοὺ οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν βασιλέων εἰσίν ἀλλὰ τί ἐξήλθατε ἰδεῖν προφήτην ναὶ λέγω ὑμῖν καὶ περισσότερον προφήτου οὗτός ἐστιν περὶ οὗ γέγραπται ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου ἀμὴν λέγω ὑμῖν οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάνου τοῦ βαπτιστοῦ ὁ δὲ μεικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν As the messengers of Ioannes were leaving, [Iesous] began to say to the crowd concerning Ioannes, “What did you go out into the desert to see? A reed shaken by the wind? But what did you go out to see? A person clothed in soft things? Behold! Those who wear soft things are in king’s houses. But what did you go out to see? A prophet? Yes! I say to you, even more than a prophet. This person is the one concerning whom it is written, Behold! I am sending my angel ahead of you who will prepare your way before you. Amen! I say to you, among those born of women none has arisen greater than Ioannes the Immerser. But the smallest in the Kingdom of Heaven is greater than he!

The Kingdom of Heaven Is Increasing

ἀπὸ τῶν ἡμερῶν Ἰωάνου τοῦ βαπτιστοῦ ἕως τοῦ νῦν ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται καὶ βιασταὶ βιάζονται εἰς αὐτήν πάντες γὰρ οἱ προφῆται καὶ ὁ νόμος ἕως Ἰωάνου ἐπροφήτευσαν “From the days of Ioannes the Immerser until now the Kingdom of Heaven is forcing through, and forcers-through force into it. For all the prophets and the law prophesied until Ioannes.”

Mustard Seed and Starter Dough Parables

[εἶπεν δὲ πρὸς αὐτοὺς παραβολὴν λέγων] τίνι ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν καὶ τίνι ὁμοιώσω αὐτήν ὁμοία ἐστὶν κόκκῳ σινάπεως ὃν λαβὼν ἄνθρωπος ἔβαλεν εἰς κῆπον αὐτοῦ καὶ ηὔξησεν καὶ ἐγένετο εἰς δένδρον καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ καὶ πάλιν εἶπεν τίνι ὁμοιώσω τὴν βασιλείαν τῶν οὐρανῶν ὁμοία ἐστὶν ζύμῃ ἣν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία ἕως οὗ ἐζυμώθη ὅλον [And he told them this parable, saying,] “To what is the Kingdom of Heaven similar? And to what may I compare it? It is like a mustard seed that a man took and put in his garden, and it grew and become a tree, and the birds of heaven roosted in its branches.” And again he said, “To what may I compare the Kingdom of Heaven? It is like starter dough that a woman took and hid in flour—three satas’ worth—until the whole was leavened.”

“How to Pray” complex

Lord’s Prayer

καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν τόπῳ τινὶ καὶ προσηύξατο καὶ ὡς ἐπαύσατο εἶπέν τις τῶν μαθητῶν αὐτοῦ πρὸς αὐτόν κύριε δίδαξον ἡμᾶς προσεύχεσθαι καθὼς Ἰωάνης ἐδίδαξε τοὺς μαθητὰς αὐτοῦ εἶπεν δὲ αὐτοῖς ὅταν προσεύχησθε λέγετε πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἁγιασθήτω τὸ ὄνομά σου ἐλθέτω ἡ βασιλεία σου γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν ὡς καὶ ἡμεῖς ἀφήκαμεν τοῖς ὀφειλέταις ἡμῶν καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ And it happened that he was in a certain place praying. And as he concluded, one of his disciples said to him, “Lord, teach us to pray, just as Ioannes taught his disciples.” And he said to them, “When you pray, say, ‘Our Father who is in heaven, make your name holy, make your kingdom come, cause your will to be done, as in heaven also on earth. Our daily bread give us today, and forgive us our debts as we too forgive those indebted to us. And do not lead us into testing, but deliver us from what is evil.’

Praying Like Gentiles

προσευχόμενοι δὲ μὴ βατταλογήσητε ὥσπερ οἱ ἐθνικοί δοκοῦσιν γὰρ ὅτι ἐν τῇ πολυλογίᾳ αὐτῶν εἰσακουσθήσονται μὴ οὖν ὁμοιωθῆτε αὐτοῖς οἶδεν γὰρ ὁ πατὴρ ὑμῶν ὧν χρείαν ἔχετε πρὸ τοῦ ὑμᾶς αἰτῆσαι αὐτόν “But while praying do not blather like the Gentiles, for they think that by their loquaciousness they are listened to. So do not be like them, for your Father knows what needs you have before you ask him.”

Yeshua’s Discourse on Worry

[εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ] διὰ τοῦτο λέγω ὑμῖν μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε ἢ τί πίητε μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστιν τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος ἐμβλέψατε εἰς τοὺς κόρακας ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας καὶ ὁ θεὸς τρέφει αὐτούς πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν τοῦ οὐρανοῦ τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ πῶς αὐξάνουσιν οὐ κοπιῶσιν οὐδὲ νήθουσιν λέγω δὲ ὑμῖν ὅτι οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ σήμερον ὄντα καὶ αὔριον εἰς κλείβανον βαλλόμενον ὁ θεὸς οὕτως ἀμφιέννυσιν πόσῳ μᾶλλον ὑμᾶς ὀλιγόπιστοι μὴ οὖν μεριμνήσητε λέγοντες τί φάγωμεν ἤ τί πίωμεν ἤ τί περιβαλώμεθα πάντα γὰρ ταῦτα τὰ ἔθνη τοῦ κόσμου ἐπιζητοῦσιν οἶδεν γὰρ ὁ πατὴρ ὑμῶν ὅτι χρῄζετε τούτων ἁπάντων ζητεῖτε δὲ τὴν βασιλείαν αὐτοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν μὴ οὖν μεριμνήσητε εἰς τὴν αὔριον ἡ γὰρ αὔριον μεριμνήσει ἑαυτῆς ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς [And he said to his disciples,] “Therefore I tell you, do not worry for your life, what you will eat or what you will drink, or for your body, what you will wear. Is not life more important than sustenance, and the body more important than clothing? Look at the ravens that neither sow nor reap nor gather into barns, and yet God feeds them. How much more important are you than the birds of heaven? And which of you by worrying is able to increase his stature by one cubit? So concerning clothing why do you worry? Examine the flowers of the field, how they grow. They neither toil nor spin. But I tell you that not even Solomon in all his glory was dressed like one of these. So if God thus clothes the grass of the field, which exists today and tomorrow is thrown into an oven, how much more for you, small believers? Therefore, do not be worried, saying, ‘What will we eat?’ or ‘What will we drink?’ or ‘What will we wear?’ For all these things the Gentiles urgently seek, and your Father knows that you need these things. So seek his kingdom and his righteousness and all these things will be added to you. So do not worry for tomorrow, for tomorrow will worry for itself. Sufficient for the day is its badness.”

Persistent Widow Parable

εἶπεν δὲ παραβολὴν αὐτοῖς λέγων κριτής τις ἦν ἔν τινι πόλει τὸν θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου καὶ οὐκ ἤθελεν ἐπὶ χρόνον μετὰ δὲ ταῦτα εἶπεν ἐν ἑαυτῷ εἰ καὶ τὸν θεὸν οὐ φοβοῦμαι οὐδὲ ἄνθρωπον ἐντρέπομαι διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην ἐκδικήσω αὐτήν ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑπωπιάζῃ με εἶπεν δὲ ὁ κύριος ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει ὁ δὲ θεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντων αὐτῷ ἡμέρας καὶ νυκτός καὶ μακροθυμεῖ ἐπ᾿ αὐτοῖς λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει And he told them a parable, saying, “There was a certain judge in a certain city who did not fear God and had no respect for people. But there was a widow in that city and she came to him, saying, ‘Vindicate me from my adversary!’ But he was unwilling for a long time. But after this he said to himself, ‘Even though I do not fear God or have respect for people, because this widow brings me trouble I will vindicate her, so that in the end she does not come and assault me.’” And the Lord said, “Hear what the corrupt judge says. And will God not do vengeance for his chosen ones who cry to him day and night? Will he put them off? I say to you that he will do vengeance for them soon!”

Friend In Need Simile

καὶ εἶπεν πρὸς αὐτούς τίς ἐξ ὑμῶν ἕξει φίλον καὶ πορεύσεται πρὸς αὐτὸν μεσονυκτίου καὶ εἴπῃ αὐτῷ φίλε χρῆσόν μοι τρεῖς ἄρτους ἰδοὺ φίλος μου παρεγένετο ἐξ ὁδοῦ πρός με καὶ οὐκ ἔχω ὃ παραθήσω αὐτῷ κἀκεῖνος ἔσωθεν ἀποκριθεὶς εἴπῃ μή μοι κόπους πάρεχε ἤδη ἡ θύρα κέκλεισται καὶ τὰ παιδία μου μετ᾿ ἐμοῦ εἰς τὴν κοίτην εἰσίν οὐ δύναμαι δοῦναί σοι λέγω ὑμῖν εἰ καὶ οὐ δώσει αὐτῷ διὰ τὸ εἶναι φίλον αὐτοῦ διά γε τὴν ἀναίδειαν αὐτοῦ ἐγερθεὶς δώσει αὐτῷ ὅσων χρῄζει καὶ λέγω ὑμῖν αἰτεῖτε καὶ δοθήσεται ὑμῖν ζητεῖτε καὶ εὑρήσετε κρούετε καὶ ἀνοιγήσεται ὑμῖν πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει καὶ ὁ ζητῶν εὑρίσκει καὶ τῷ κρούοντι ἀνοίγεται And he said to them, “Who among you has a friend? And if he came to him at midnight and said to him, ‘Friend, lend me three loaves of bread. Behold! My friend has come to me from the road, and I do not have anything to set before him,’ and that one within, answering, would say, ‘Don’t present me with troubles! Already the door is shut and my children are with me in bed. I can’t give you anything!’ I tell you, even if he will not give to him on account of being his friend, because of his shamelessness he will get up and give him as much as he needs. So I say to you: Ask and it will be given to you. Seek and you will find. Knock and it will be opened to you. For everyone who asks receives, and the one seeking finds, and to the one knocking it is opened.

Fathers Give Good Gifts Simile

ἢ τίς ἐξ ὑμῶν ἄνθρωπος ὃν αἰτήσει ὁ υἱὸς αὐτοῦ ἄρτον καὶ λίθον ἐπιδώσει αὐτῷ ἢ καὶ αἰτήσει ἰχθὺν καὶ ὄφιν ἐπιδώσει αὐτῷ ἢ καὶ αἰτήσει ᾠόν καὶ σκορπίον ἐπιδώσει αὐτῷ εἰ οὖν ὑμεῖς πονηροὶ ὄντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει [δόματα] ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν “Or what person among you whose son asks for bread will give him a stone? Or if he asks for a fish, will give him a snake? Or if he asks for an egg, will give him a scorpion? So if you, being evil, know to give good gifts to your children, how much more will your Father in heaven give good [gifts] to those who ask him?”

“Four Types of Hearers” complex

Four Soils Parable

καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ συνήχθησαν ὄχλοι πολλοὶ καὶ ἐπορεύθησαν πρὸς αὐτόν καὶ εἶπεν αὐτοῖς παραβολὴν λέγων ἐξῆλθεν ὁ σπείρων τοῦ σπείρειν τὸν σπόρον αὐτοῦ καὶ ἐν τῷ σπείρειν αὐτὸν ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδὸν καὶ κατεπατήθη καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό καὶ ἕτερον ἔπεσεν ἐπὶ τὴν πέτραν καὶ φυὲν ἐξηράνθη διὰ τὸ μὴ ἔχειν ἰκμάδα καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν καὶ φυὲν αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό καὶ ἕτερον ἔπεσεν εἰς τὴν γῆν τὴν ἀγαθὴν καὶ φυὲν ἐποίησεν καρπὸν καὶ εὗρεν ἑκατονταπλασείονα ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω And it happened that on that day a large crowd gathered and came to him. And he told them a parable, saying, “The sower went out to sow his seed. And in the course of his sowing, some fell by the road and was trampled, and the birds of heaven gobbled it up. And other seed fell on the rock and it sprouted, but it dried up because it did not have moisture. And other seed fell among the thorns and it sprouted, but the thorns strangled it. And other seed fell into good ground, and it sprouted and produced fruit. And he found a hundred times as much. The one who has ears, let him hear!”

Four Soils Interpretation

καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ εἶπαν αὐτῷ τίς εἴη ἡ παραβολὴ αὕτη καὶ εἶπεν αὐτοῖς αὕτη ἔστιν ἡ παραβολή ὁ σπόρος ἐστὶν ὁ λόγος τοῦ θεοῦ οἱ δὲ παρὰ τὴν ὁδὸν οὗτοί εἰσιν οἱ ἀκούσαντες τὸν λόγον καὶ οὐ δέχονται αὐτόν καὶ ἔρχεται ὁ διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν οἱ δὲ ἐπὶ τῆς πέτρας οὗτοί εἰσιν οἱ ἀκούσαντες τὸν λόγον καὶ δέχονται αὐτὸν μετὰ χαρᾶς καὶ ῥίζαν οὐκ ἔχουσιν καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται οἱ δὲ εἰς τὰς ἀκάνθας οὗτοί εἰσιν οἱ ἀκούσαντες τὸν λόγον καὶ δέχονται αὐτόν καὶ μέριμναι καὶ πλοῦτος καὶ ἡδοναὶ τοῦ αἰῶνος τούτου πορευόμενοι συνπνείγουσιν αὐτούς οἱ δὲ ἐν τῇ γῇ τῇ καλῇ οὗτοί εἰσιν οἱ ἀκούσαντες τὸν λόγον καὶ δέχονται αὐτὸν ἐν καρδίᾳ ἀγαθῇ And approaching, his disciples said to him, “What might this parable be?” And he said to them, “This is the parable: The seed is the word of God. Those beside the road, these are those who hear the word of God and do not accept it, and the devil comes and takes the word from their hearts. Those on the rock, these are those who hear the word and accept it with joy, but they have no root and in the time of testing they fall away. Those in the thorns, these are those who hear the word and accept it, but worries and riches and pleasures of this world go and choke them. Those in the good ground, these are those who hear the word and accept it with a good heart.”

Yeshua, His Mother and Brothers

ἔτι αὐτοῦ λαλοῦντος τοῖς ὄχλοις καὶ ἰδοὺ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἱστήκεισαν ἔξω ζητοῦντες αὐτῷ λαλῆσαι εἶπαν δὲ αὐτῷ ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω ζητοῦντές σοι λαλῆσαι ὁ δὲ ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς μήτηρ μου καὶ ἀδελφοί μου ἰδοὺ οὗτοί εἰσιν οἱ ἀκούοντες τὸν λόγον τοῦ θεοῦ καὶ ποιοῦντες While he was still speaking, behold! His mother and his brothers stood outside seeking to speak with him. They said to him, “Behold! Your mother and your brothers are standing outside seeking to speak with you.” And answering, he said to them, “My mother and my brothers—Behold! These are those who hear the word of God and do it.”

“Torah and the Kingdom of Heaven” complex

A Woman’s Misplaced Blessing

ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασα γυνὴ ἐκ τοῦ ὄχλου φωνὴν εἶπεν αὐτῷ μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας αὐτὸς δὲ εἶπεν μενοῦν μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ θεοῦ καὶ φυλάσσοντες And it happened in the course of his speaking these things that a woman from the crowd, raising her voice, said to him, “Blessed is the womb that bore you and the breasts that you sucked!” But he said, “On the contrary, blessed are the ones who hear the word of God and keep it!”

“Mission of the Twelve” complex

Choosing the Twelve

καὶ ἐγένετο ἡμέρα καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ καὶ ἐξελέξατο ἀπ᾽ αὐτῶν δώδεκα οὓς ἐποίησεν ἀποστόλους Σίμων Πέτρος καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ καὶ Ἰάκωβος καὶ Ἰωάνης καὶ Φίλιππος καὶ Βαρθολομαῖος καὶ Μαθθαῖος καὶ Θωμᾶς καὶ Ἰάκωβος Ἁλφαίου καὶ Σίμων ὁ ζηλωτὴς καὶ Ἰούδας Ἰακώβου καὶ Ἰούδας Ἰσκαριώθ ὃς ἐγένετο προδότης And it happened one day that he summoned his disciples and chose from them twelve whom he made apostles: Simon Petros, and Andreas his brother, and Iakobos, and Ioannes, and Philippos, and Bartholomaios, and Maththaios, and Thomas, and Iakobos son of Alphaios, and Simon the Zealot, and Ioudas son of Iakobos, and Ioudas Iskarioth, who became a traitor.

Sending the Twelve: Commissioning

καὶ προσκαλεσάμενος τοὺς δώδεκα ἀποστόλους αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν καὶ ἀπέστειλεν αὐτοὺς δύο δύο πρὸ προσώπου αὐτοῦ εἰς πᾶσαν πόλιν καὶ πόλιν οὗ ἤμελλεν αὐτὸς ἔρχεσθαι And summoning his twelve apostles, he gave them authority over all the demons to put them out and to heal every disease and every sickness. And he sent them two by two ahead of him into each and every city he was about to visit.

Sending the Twelve: “The Harvest Is Plentiful” and “A Flock Among Wolves”

καὶ εἶπεν πρὸς αὐτούς ὁ μὲν θερισμὸς πολύς οἱ δὲ ἐργάται ὀλίγοι δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ ὑπάγετε ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα εἰς μέσον λύκων And he said to them, “The harvest is plentiful, but the workers are few. So petition the lord of the harvest that he may put out workers into his harvest. Go! Behold! I am sending you like sheep among wolves.

Sending the Twelve: Conduct on the Road

εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ μὴ βαστάζετε μηδὲν εἰς τὴν ὁδόν μήτε ῥάβδον μήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον μήτε ὑποδήματα μήτε δύο χιτῶνας καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε “Into the road of the Gentiles do not go, and into a city of the Samaritans do not enter. But go rather to the lost sheep of the house of Israel. Do not carry anything for the road, neither a staff, nor a bag, nor bread, nor silver, nor shoes, nor two tunics. And do not greet anyone along the road.

Sending the Twelve: Conduct in Town

εἰς ἣν δ᾿ ἂν οἰκίαν εἰσέλθητε πρῶτον λέγετε εἰρήνη τῷ οἴκῳ τούτῳ καὶ ἐὰν ἐκεῖ ᾖ υἱὸς εἰρήνης ἐπαναπαήσεται ἐπ᾿ αὐτὸν ἡ εἰρήνη ὑμῶν εἰ δὲ μή γε ἐφ᾿ ὑμᾶς ἀνακάμψει ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε ἔσθοντες καὶ πείνοντες τὰ παρ᾿ αὐτῶν ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ μὴ ἐξέρχεσθε ἐξ οἰκίας εἰς οἰκίαν καὶ εἰς ἣν ἂν πόλιν εἰσέρχησθε καὶ δέχωνται ὑμᾶς θεραπεύετε τοὺς ἐν αὐτῇ ἀσθενεῖς καὶ λέγετε αὐτοῖς ἤγγικεν ἐφ᾿ ὑμᾶς ἡ βασιλεία τῶν οὐρανῶν εἰς ἣν δ᾿ ἂν πόλιν εἰσέλθητε καὶ μὴ δέχωνται ὑμᾶς ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης καὶ τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ἀποτινάσσετε εἰς μαρτύριον ἐπ᾿ αὐτούς ἀμὴν λέγω ὑμῖν ὅτι ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόρρων ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἢ τῇ πόλει ἐκείνῃ “Into whatever house you enter, first say, ‘Peace to this house!’ And if a son of peace is there, your peace will rest upon him. And if not, it will return to you. Remain in that house eating and drinking from them, for the worker is worthy of his wage. Do not go out from house to house. And whatever city you enter and it receives you, heal the sick within it and say to them, ‘The Kingdom of Heaven has come near to you.’ But whatever city you enter and it does not receive you, go out from that city and shake off the dust from your feet as a testimony against them. Amen! I say to you, it will be more bearable for the land of Sodoma and Gomorra on that day than for that city.

Sending the Twelve: Apostle and Sender

ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται καὶ ὁ ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντά με καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ καὶ ὁ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με “The one who receives you receives me, and the one who receives me receives the one who sends me. And the one who refuses you refuses me, and the one who refuses me refuses the one who sends me.”

“Success of the Twelve” complex

Return of the Twelve

καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν μετὰ χαρᾶς διηγήσαντο αὐτῷ πάντα ὅσα ἐποίησαν λέγοντες κύριε καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου εἶπεν δὲ αὐτοῖς εἶδον τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τὴν τοῦ ἐχθροῦ καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ πλὴν ἐν τούτῳ μὴ χαίρετε ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγγέγραπται ἐν τοῖς οὐρανοῖς And the apostles, returning to Iesous with joy, reported to him all that they did, saying, “Lord, even the demons submit to us in your name!” And he said to them, “I saw Satan, like lightning, fall from the sky. Behold! I have given you the authority to trample on snakes and scorpions and on all the power of the enemy, and no one may harm you. But do not rejoice in this, that spirits submit to you. But rejoice that your names are written in heaven.”

Yeshua’s Thanksgiving Hymn

ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο ἐν τῷ πνεύματι τῷ ἁγίῳ καὶ εἶπεν ἐξομολογοῦμαί σοι πάτερ κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς ὅτι ἔκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις ναὶ ὁ πατήρ ὅτι οὕτως εὐδοκία ἐγένετο ἔμπροσθέν σου In that hour he rejoiced in the Holy Spirit and said, “I thank you, Father, Lord of heaven and earth, that you have hidden these things from the wise and understanding and revealed them to infants. Yes, Father, because this was pleasing to you.”

Mysteries of the Kingdom of Heaven

ὁ δὲ εἶπεν ὅτι ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς ὅτι βλέποντες οὐ βλέπουσιν καὶ ἀκούοντες οὐκ ἀκούουσιν οὐδὲ συνίουσιν And he said, “To you it is given to know the mysteries of the Kingdom of Heaven. But to the rest it was in riddles, for seeing they did not see, and hearing they did not hear or understand.

Blessedness of the Twelve

μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε καὶ τὰ ὦτα τὰ ἀκούοντα ἃ ἀκούετε ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε καὶ οὐκ εἶδαν καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν “Blessed are the eyes that see what you see and the ears that hear what you hear! For Amen! I say to you that many prophets and kings longed to see what you see, but they did not see, and to hear what you hear, but they did not hear.”

Last Journey to Yerushalayim

“Choose Repentance or Destruction” complex

Calamities in Yerushalayim

ἐγένετο δὲ ἐν αὐτῷ τῷ καιρῷ ἀπήγγειλαν αὐτῷ περὶ τῶν Γαλειλαίων ὧν τὸ αἷμα Πειλᾶτος ἔμιξεν μετὰ τῶν θυσιῶν αὐτῶν καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς δοκεῖτε ὅτι οἱ Γαλειλαῖοι οὗτοι ἁμαρτωλοὶ ἐγένοντο παρὰ πάντας τοὺς Γαλειλαίους οὐχί λέγω ὑμῖν ἀλλ᾿ ἐὰν μὴ μετανοῆτε πάντες ὡσαύτως ἀπολεῖσθε ἢ ἐκεῖνοι οἱ δεκαοκτὼ ἐφ᾿ οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς δοκεῖτε ὅτι αὐτοὶ ὀφειλέται ἐγένοντο παρὰ πάντας τοὺς κατοικοῦντας Ἰερουσαλήμ οὐχί λέγω ὑμῖν ἀλλ᾿ ἐὰν μὴ μετανοῆτε πάντες ὡσαύτως ἀπολεῖσθε But in that time they reported to him concerning the Galileans whose blood Pilatos mixed with their sacrifices. And answering, he said to them, “Do you think that these Galileans were more sinful than all other Galileans? Not so! But I say to you, if all of you do not repent, in the same way you will be destroyed.
“Or those eighteen upon whom the tower in Siloam fell and it killed them—do you think that these were more indebted than all other inhabitants of Ierousalem? Not so! But I say to you, if all of you do not repent, in the same way you will be destroyed.”

Darnel Among the Wheat Parable

[εἶπεν δὲ πρὸς αὐτοὺς παραβολὴν] λέγων τίνι ὁ λόγος ἐστὶν ὅμοιος ὅμοιός ἐστιν ἀνθρώπῳ σπείραντι σπέρμα καλὸν ἐν τῷ ἀγρῷ αὐτοῦ ἐν δὲ τῷ καθεύδειν αὐτὸν ἦλθεν ὁ ἐχθρὸς αὐτοῦ καὶ ἔσπειρεν ζιζάνια ἀνὰ μέσον τοῦ σίτου καὶ ἀπῆλθεν ὅτε δὲ ἐβλάστησεν ὁ χόρτος καὶ ἐβλάστησαν τὰ ζιζάνια προσελθόντες δὲ οἱ δοῦλοι αὐτοῦ εἶπον αὐτῷ κύριε θέλεις ἀπελθόντες συλλέξωμεν αὐτά εἶπεν δὲ οὔ μήποτε συλλέγοντες τὰ ζιζάνια ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον ἄφετε συναυξάνεσθαι ἀμφότερα ἕως τοῦ θερισμοῦ καὶ ἐν καιρῷ τοῦ θερισμοῦ συλλέξατε πρῶτον τὰ ζιζάνια καὶ δήσατε αὐτὰ εἰς δέσμας καὶ κατακαύσετε αὐτὰ ἐν πυρί τὸν δὲ σῖτον συναγάγετε εἰς τὴν ἀποθήκην μου [And he told them a parable,] saying, “To what is the word similar? It is like a man sowing good seed in his field. But in his sleep his enemy came and sowed darnel in amongst the wheat and he went away. When the blades sprouted, the darnel sprouted too. So his servants, approaching, said to him, ‘Lord, do you want us to go gather them?’ But he said, ‘No, lest gathering the darnel you uproot the wheat with them. Leave them both to grow together until the harvest. But at harvest time, first gather the darnel and tie it in bundles and burn them in fire. But the wheat you must gather into my barn.’”

Passover

Preparations for Eating Passover Lamb

ἦλθεν δὲ ἡ ἡμέρα τῆς ἑορτῆς τῶν ἀζύμων καὶ ἀπέστειλεν Πέτρον καὶ Ἰωάνην εἰπών πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα καὶ εἶπαν αὐτῷ ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ πάσχα καὶ εἶπεν αὐτοῖς ἰδοὺ εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν συναντήσει ὑμῖν ἄνθρωπος βαστάζων κεράμιον ὕδατος ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν εἰς ἣν εἰσπορεύεται καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας λέγει σοι ὁ διδάσκαλος ποῦ ἐστιν τὸ κατάλυμα ὅπου φάγω τὸ πάσχα μετὰ τῶν μαθητῶν μου καὶ αὐτὸς δείξει ὑμῖν ἀνάγαιον μέγα ἐστρωμένον ἐκεῖ ἑτοιμάσατε ἀπελθόντες δὲ ἡτοίμασαν τὸ πάσχα And the day of the Feast of Unleavened Bread came. And he sent Petros and Ioannes, saying, “Go prepare the Passover lamb for us.” But they said to him, “Where do you want us to prepare for you to eat the Passover lamb?” And he said to them, “Behold! As you enter the city a person carrying a pitcher of water will meet you. Follow him to the house he enters, and say to the master of the house, ‘The teacher says to you, “Where is my dining room where I may eat the Passover lamb with my disciples?”’ And he will show you a large furnished upper room. There prepare.” So they went, and prepared the Passover lamb.

Click here to return to “The Life of Yeshua: A Suggested Reconstruction” main page. _______________________________________________________
  • [1] According to Lindsey, the Anthology’s (Anth.’s) wording, though not its arrangement, was practically identical to that of the Greek translation of the Hebrew Life of Yeshua, the conjectured Hebrew source that stands behind the Greek text of the Synoptic Gospels. Therefore, reconstructing the text of Anth. is tantamount to reconstructing the text of the Greek translation of the Hebrew Life of Yeshua. While there may have been a few instances where the Anthologizer changed the wording of the Greek translation of Jesus’ Hebrew biography, these must have been rare, since the outstanding feature of Anth. is its Hebraic, translationese Greek.

Comments 1

  1. Pingback: The Life of Yeshua: A Suggested Reconstruction | JerusalemPerspective.com Online

Leave a Reply

  • David N. Bivin

    David N. Bivin
    Facebook

    David N. Bivin is founder and editor of Jerusalem Perspective. A native of Cleveland, Oklahoma, U.S.A., Bivin has lived in Israel since 1963, when he came to Jerusalem on a Rotary Foundation Fellowship to do postgraduate work at the Hebrew University. He studied at the Hebrew…
    [Read more about author]

    Joshua N. Tilton

    Joshua N. Tilton

    Joshua N. Tilton grew up in St. George, a small town on the coast of Maine. For his undergraduate degree he studied at Gordon College in Wenham, Massachusetts, where he earned a B.A. in Biblical and Theological Studies (2002). There he studied Biblical Hebrew and…
    [Read more about author]

  • Online Hebrew Course

    Want to learn Hebrew? Check out our online Hebrew course Aleph-Bet: Hebrew Reading and Writing for Christians in 17 Easy Lessons.

  • JP Content